Читать книгу A Companion to the Hellenistic and Roman Near East онлайн
137 страница из 236
τὸν Κρόνον αὐτῶι κατὰ τὸν ὕπνον ἐπιστάντα φάναι μηνὸς Δαισίου πέμπτηι καὶ δεκάτηι τοὺς ἀνθρώπους ὑπὸ κατακλυσμοῦ διαφθαρήσεσθαι. κελεῦσαι οὖν [διὰ] γραμμάτων πάντων ἀρχὰς καὶ μέσα καὶ τελευτὰς ὀρύξαντα θεῖναι ἐν πόλει Ἡλίου Σι[σ]πάροις (…) γενομένου δὲ τοῦ κατακλυσμοῦ καὶ εὐθὺς λήξαντος (…) τὸν (…) Ξίσουθρον (…) ἐκβῆναι μετὰ τῆς γυναικὸς καὶ τῆς θυγατρὸς καὶ τοῦ κυβερνήτου προσκυνήσαντα τὴν γῆν καὶ βωμὸν ἱδρυσάμενον καὶ θυσιάσαντα τοῖς θεοῖς, γενέσθαι μετὰ τῶν ἐκβάντων τοῦ πλοίου ἀφανῆ. τοὺς δὲ ὑπομείναντας ἐν τῶι πλοίωι μὴ εἰσπορευομένων τῶν περὶ τὸν Ξίσουθρον, ἐκβάντας ζητεῖν αὐτόν, ἐπὶ ὀνόματος βοῶντας· τὸν δὲ Ξίσουθρον αὐτὸν μὲν αὐτοῖς οὐκ ἔτι ὀφθῆναι, φωνὴν δὲ ἐκ τοῦ ἀέρος γενέσθαι, κελεύουσαν ὡς δέον αὐτοὺς εἶναι θεοσεβεῖς· καὶ γὰρ αὐτὸν διὰ τὴν εὐσέβειαν πορεύεσθαι μετὰ τῶν θεῶν οἰκήσοντα (…) εἶπέ τε αὐτοῖς, ὅτι ἐλεύσονται εἰς Βαβυλῶνα, καὶ ὡς εἵμαρται αὐτοῖς, ἐκ Σι[σ]πάρων ἀνελομένοις τὰ γράμματα διαδοῦναι τοῖς ἀνθρώποις (…) ἐλθόντας οὖν τούτους εἰς Βαβυλῶνα τά τε ἐκ Σι[σ]πάρων γράμματα ἀνορύξαι, καὶ πόλεις πολλὰς κτίζοντας καὶ ἱερὰ ἀνιδρυμένους πάλιν ἐπικτίσαι τὴν Βαβυλῶνα.